Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.222 Joseph. AJ 8.227 (English) >>Joseph. AJ 8.231

8.225

τοίνυν Ἱεροβόαμος οἰκοδομήσας βασίλειον ἐν Σικίμῃ πόλει ἐν ταύτῃ τὴν δίαιταν εἶχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετʼ οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης λογισάμενος, ὡς ἐὰν ἐπιτρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ, καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον· 8.226δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους ἕνα μὲν ἐν Βηθήλῃ πόλει, τὸν ἕτερον δὲ ἐν Δάνῃ, δʼ ἐστὶ πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου, τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς προειρημέναις πόλεσι ναΐσκων, καὶ συγκαλέσας τὰς δέκα φυλὰς ὧν αὐτὸς ἦρχεν ἐδημηγόρησε τούτους ποιησάμενος τοὺς λόγους· 8.227ἄνδρες ὁμόφυλοι, γινώσκειν ὑμᾶς νομίζω τοῦτο, ὅτι πᾶς τόπος ἔχει τὸν θεὸν καὶ οὐκ ἔστιν ἓν ἀποδεδειγμένον χωρίον ἐν πάρεστιν, ἀλλὰ πανταχοῦ τε ἀκούει καὶ τοὺς θρησκεύοντας ἐφορᾷ. ὅθεν οὔ μοι δοκεῖ νῦν ἐπείγειν ὑμᾶς εἰς Ἱεροσόλυμα πορευθέντας εἰς τὴν τῶν ἐχθρῶν πόλιν μακρὰν οὕτως ὁδὸν προσκυνεῖν· 8.228ἄνθρωπος γὰρ κατεσκεύακε τὸν ναόν, πεποίηκα δὲ κἀγὼ δύο χρυσᾶς δαμάλεις ἐπωνύμους τῷ θεῷ καὶ τὴν μὲν ἐν Βηθήλῃ πόλει καθιέρωσα τὴν δʼ ἐν Δάνῃ, ὅπως ὑμῶν οἱ τούτων ἔγγιστα τῶν πόλεων κατῳκημένοι προσκυνῶσιν εἰς αὐτὰς ἀπερχόμενοι τὸν θεόν. ἀποδείξω δέ τινας ὑμῖν καὶ ἱερεῖς ἐξ ὑμῶν αὐτῶν καὶ Ληουίτας, ἵνα μὴ χρείαν ἔχητε τῆς Ληουίτιδος φυλῆς καὶ τῶν υἱῶν Ἀαρῶνος, ἀλλʼ βουλόμενος ὑμῶν ἱερεὺς εἶναι προσενεγκάτω μόσχον τῷ θεῷ καὶ κριόν, καὶ τὸν



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.222 Joseph. AJ 8.227 (English) >>Joseph. AJ 8.231

Powered by PhiloLogic